Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.113 Dem. 24.116 (English) >>Dem. 24.120

24.115ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρʼ ἔργʼ ἐργαζόμενον μὴ ὑφείλετο μόνον ἀποδόντʼ ἀπηλλάχθαι (πολλοὶ γὰρ ἂν αὐτῷ ἐδόκουν οὕτω γʼ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δʼ αὐτὰ μόνον καταθήσειν), ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. ἀλλʼ οὐ Τιμοκράτης, ἀλλʼ ὅπως ἁπλᾶ μέν, δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδʼ ὁτιοῦν δʼ ἐπιτίμιον ἔσται πρὸς τούτοις. 24.116καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτʼ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρʼ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. καίτοι ἔγωγʼ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστʼ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφʼ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν· τοῦτο γάρ ἐστι τὸ ἐφʼ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας τῆς ἐνάτης πρυτανείας; 24.117σῴζειν. σκοπεῖτε δʼ ὡς ἀληθῆ λέγω, ἐκ τωνδί. εἰ μὲν γὰρ Εὐκτήμων ἑάλω τὴν τῶν παρανόμων γραφήν, οὐκ ἂν ἔθηκε τοῦτον τὸν νόμον Τιμοκράτης, οὐδʼ ἂν ἐδεῖθʼ πόλις τούτου τοῦ νόμου, ἀλλʼ ἐξήρκει ἂν αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα τῶν ἄλλων μὴ φροντίζειν. νῦν δʼ, ἐπειδὴ ἀπέφυγεν, τὸ μὲν ὑμέτερον δόγμα καὶ τὴν τοῦ δικαστηρίου ψῆφον καὶ τοὺς ἄλλους νόμους ἀκύρους οἴεται δεῖν εἶναι, αὑτὸν δὲ καὶ τὸν αὑτοῦ νόμον κύριον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.113 Dem. 24.116 (English) >>Dem. 24.120

Powered by PhiloLogic